Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.115 Joseph. AJ 16.121 (English) >>Joseph. AJ 16.126

16.118πλείω μὲν ἀπολογεῖσθαι δυνάμεθα, λόγον δʼ οὐκ ἐπιδέχεται τὰ μὴ γενόμενα. διόπερ ἐπὶ τῷ πάντων δεσπότῃ Καίσαρι μεσιτεύοντι τὸν παρόντα καιρὸν συντιθέμεθα ταύτην τὴν συνθήκην· 16.119εἰ μὲν ἀνύποπτον ἐξ αὐτῆς τῆς ἀληθείας τὴν πρὸς ἡμᾶς διάθεσιν ἀπολαμβάνεις, πάτερ, ζήσομεν, οὐδʼ οὕτως μὲν εὐτυχῶς· δεινὸν γὰρ τῶν μεγάλων κακῶν καὶ ψευδὴς αἰτία. 16.120παρούσης δέ τινος ὀρρωδίας σὺ μὲν ἐν τῇ κατὰ σαυτὸν εὐσεβείᾳ μένε, δώσομεν δὲ λόγον ἡμεῖς ἑαυτοῖς. οὐχ οὕτως βίος ἡμῖν τίμιος, ὡς ἔχειν αὐτὸν ἐπʼ ἀδικίᾳ τοῦ δεδωκότος.” 16.121

Τοιαῦτα δὲ λέγοντος τε Καῖσαρ οὐδὲ πρότερον πιστεύων τῷ μεγέθει τῆς διαβολῆς ἔτι μᾶλλον ἐξηλλάττετο καὶ συνεχὲς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν ὁρῶν κἀκεῖνον ὑποσυγχυνόμενον, ἀγωνία τε τοῖς παροῦσιν ἐνεπεπτώκει καὶ περὶ τὴν αὐλὴν λόγος διαδοθεὶς ἐπίφθονον ἐποίει τὸν βασιλέα. 16.122τὸ γὰρ ἄπιστον τῆς διαβολῆς καὶ τὸ περὶ τοὺς νεανίσκους ἐν ἀκμῇ καὶ κάλλει σωμάτων ἐλεεινὸν ἐπεσπᾶτο βοήθειαν· ἔτι δὲ μᾶλλον ἐπειδὴ καὶ τῷ λόγῳ δεξιῶς καὶ μετὰ φρονήσεως ὑπήντησεν Ἀλέξανδρος, ἦν οὐδʼ ἐκείνοις ἔτι ταὐτὸν σχῆμα, κλαίουσι μὲν ὅμως καὶ σὺν κατηφείᾳ πρὸς τὴν γῆν νενευκόσιν, 16.123 δʼ ἐλπὶς ἀμείνων ὑπεφαίνετο, καὶ δόξας βασιλεὺς ἐξ ὧν αὐτὸν ἔπειθεν εὔλογα κατηγορηκέναι διὰ τὸ μηδὲν ἔχειν ἐξελέγχειν ἀπολογίας τινὸς ἐδεῖτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.115 Joseph. AJ 16.121 (English) >>Joseph. AJ 16.126

Powered by PhiloLogic